호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν, ἰδίᾳ δὲ τὸν Φαβρίκιον ἀπολαβών:? ἐγὼ σέ, φησίν, ὦ Φαβρίκιε, πυνθάνομαι κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι κἀν τῷ βίῳ δίκαιον καὶ σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων δ ἄπορον καὶ καθ ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον διατελεῖν. τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτησάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥωμαίων εὐπορεῖν:
ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτ ἀνάθημα καὶ κατασκεύασμα λαμπρότατον.
μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρ ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δί οὐκ ἐλάττω .
. . καὶ ξένων τοὺς τιμιωτάτους εἶναι νόμιζε. ἐμοὶ δ ἀντὶ τούτων μήτ ἄδικον μήτ αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλ ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ σεαυτοῦ πατρίδι. κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν, οὓς οὔτε ὅσιον οὔτ εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν.
καὶ πάνυ πολλὰ καὶ ἀναγκαῖα πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν ἰδίαν με ἀρχὴν μετακαλεῖ. ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς σεαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὁρ´κοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις.
γενομένης δὲ τῆς εἰρήνης ἴθι μετ ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος.
ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν: ἐὰν δὴ συνενέγκωμεν ταῦτ εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρ ἀλλήλων ἀποισόμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기