호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ περὶ ὧν ἡμᾶς αὐτὸς ἀδικεῖς οὕστινας ἐγγυητὰς ἐκτισμάτων παρέξεις σκόπει:? μὴ Ταραντίνους ἀναδέχου μηδὲ τοὺς πολεμίους τὰ δίκαια ὑφέξειν. εἰ δ ἐκ παντὸς τρόπου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς διέγνωκας, ἴσθι σοι ταὐτὸ συμβησόμενον, ὃ πᾶσι συμβαίνειν ἀνάγκη τοῖς μάχεσθαι βουλομένοις, πρὶν ἐξετάσαι πρὸς οὓς ποιήσονται τὴν μάχην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기