- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 19, chapter 6

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 19, chapter 6)

ἄρτι δ Αἰμιλίου Βαρβόλα ἐπίκλησιν τὴν ἀρχὴν παρειληφότος παρῆσαν οἱ σὺν τῷ Ποστομίῳ πεμφθέντες εἰς τὸν Τάραντα πρέσ2βεις, ἀπόκρισιν μὲν οὐδεμίαν φέροντες, τὰς δὲ ὕβρεις ἃς ἦσαν ὑβρισμένοι πρὸς αὐτῶν διεξιόντες, καὶ τὴν ἐσθῆτα τοῦ Ποστομίου πίστιν τῶν λόγων παρεχόμενοι.? ἀγανακτήσεως δὲ μεγάλης ἐξ ἁπάντων γενομένης συναγαγόντες τὴν βουλὴν οἱ περὶ τὸν Αἰμίλιον ὕπατοι τί χρὴ πράττειν ἐσκόπουν, ἑώθεν ἀρξάμενοι μέχρι δύσεως ἡλίου: καὶ τοῦτ ἐποίησαν ἐφ ἡμέρας συχνάς. ἅπαντες ὡμολόγουν - ἀλλ ὑπὲρ τοῦ χρόνου τῆς ἀποσταλησομένης ἐπ αὐτοὺς στρατιᾶς.

ἦσαν γάρ τινες οἱ παραινοῦντες μήπω τοῦτον ἀναλαμβάνειν τὸν πόλεμον, ἑώς Λευκανοί τ ἀφεστήκασι καὶ Βρέττιοι καὶ τῶν Σαυνιτῶν πολὺ καὶ φιλοπόλεμον ἔθνος, καὶ Τυρρηνία παρ αὐταῖς οὖσα ταῖς θύραις ἔτι ἀχείρωτος ἦν, ἀλλ ὅταν ὑποχείρια γένηται τάδε τὰ ἔθνη, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή γε, τὰ πρὸς ἀνατολὰς καὶ πλησίον τοῦ Τάραντος κείμενα. τοῖς δὲ τἀναντία τούτοις ἐφαίνετο συμφέρειν μηδὲ τὸν ἐλάχιστον χρόνον ἀναμένειν, ἀλλ ἐπιψηφίζειν τὸν πόλεμον ἤδη.

καὶ ἐπεὶ τὰς γνώμας ἔδει διαριθμεῖσθαι, πλείους ἐφάνησαν οὗτοι τῶν ἀναβάλλεσθαι τὸν πόλεμον εἰς ἑτέρους καιροὺς παραινούντων: καὶ ὁ δῆμος ἐπεκύρωσε τὰ δόξαντα τῇ βουλῇ .?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION