호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρτιμήδης ὁ Χαλκιδεὺς λόγιον εἶχεν, ἔνθ ἂν εὑρ´ῃ τὸν ἄρρενα ὑπὸ τῆς θηλείας ὀπυιόμενον, αὐτόθι μένειν καὶ μηκέτι προσωτέρω πλεῖν:? πλεύσας δὲ περὶ τὸ Παλλάντιον τῆς Ἰταλίας καὶ ἰδὼν ἄμπελον . . . ἄρρενα δὲ τὸν ἐρινεόν, ὀχείαν δὲ τὴν πρόσφυσιν, τέλος ἔχειν τὸν χρησμὸν ὑπέλαβε: καὶ τοὺς κατέχοντας τὸν τόπον βαρβάρους ἐκβαλὼν οἰκεῖ. Ῥήγιον ὁ τόπος καλεῖται, εἴθ ὅτι σκόπελος ἦν ἀπορρώξ, εἴθ ὅτι κατὰ τοῦτον ἡ γῆ τὸν τόπον ἐρράγη καὶ διέστησεν ἀπὸ τῆς Ἰταλίας τὴν ἀντικρὺ Σικελίαν, εἴτε ἀπ ἀνδρὸς δυνάστου ταύτην ἔχοντος τὴν προσηγορίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기