- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 14, chapter 13

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 14, chapter 13)

τοῦ ὑπάτου Μαρκίου Πριβερνάτας πολιορκοῦντος, ἐπεὶ οὐδεμία τούτοις σωτηρίας ἐλπὶς ὑπελείπετο, ἐπρεσβεύοντο πρὸς αὐτόν:? τοῦ δ εἰπόντος: φράσατέ μοι, πῶς αὐτοὶ κολάζετε τοὺς ἀφισταμένους ὑμῶν οἰκέτας· ἀποκρίνεται πρὸς αὐτὸν ὁ πρεσβευτής: ὡς δεῖ κολάζεσθαι τοὺς ποθοῦντας ἀπολαβεῖν τὴν ἔμφυτον ἐλευθερίαν. καὶ ὁ Μάρκιος ἀποδεξάμενος αὐτοῦ τὴν παρρησίαν φησίν:

ἐὰν δὲ δὴ καὶ πεισθῶμεν ὑμῖν ἀφεῖναι τὰς ὀργάς, τίνα δώσετε πίστιν ὑπὲρ τοῦ μηδὲν ἔτι ποιήσειν ἐχθρῶν ἔργον· ἀποκρίνεται πάλιν ὁ πρεσβευτής: ἐπὶ σοὶ τοῦτ ἔστι καὶ τοῖς ἄλλοις Ῥωμαίοις, Μάρκιε: κομισάμενοι μὲν γὰρ ἅμα τῇ πατρίδι καὶ τὴν ἐλευθερίαν βέβαιοι διὰ παντὸς ὑμῖν ἐσόμεθα φίλοι, δουλεύειν δ ἀναγκασθέντες οὐδέποτε. ἠγάσθη τε δὴ τῆς μεγαλοφροσύνης τοὺς ἄνδρας ὁ Μάρκιος καὶ τὴν πολιορκίαν ἔλυσε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION