호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν Ῥώμῃ πολλὰ μὲν καὶ ἄλλα σημεῖα θεόπεμπτα γέγονε, μέγιστον δ ἁπάντων τόδε:? τῆς ἀγορᾶς κατὰ τὸ μέσον μάλιστα διαρραγῆναι τι τῆς γῆς εἰς βάθος ἄβυσσον καὶ τοῦτ ἐπὶ πολλὰς ἡμέρας διαμεῖναι. ψηφισαμένης δὲ τῆς βουλῆς οἱ ἐπὶ τῶν Σιβυλλείων χρησμῶν ἐπισκεψάμενοι τὰ βιβλία εἶπον, ὅτι τὰ πλείστου ἄξια τῷ Ῥωμαίων δήμῳ λαβοῦσα ἡ γῆ συνελεύσεταί τε καὶ πολλὴν ἀφθονίαν εἰς τὸν λοιπὸν χρόνον ἁπάντων ἀγαθῶν ἀνήσει. τοιαῦτα τῶν ἀνδρῶν ἀποφηναμένων ἀπαρχὰς ἕκαστος εἰς τὸ χάσμα ἔφερεν, ὧν ᾤετο δεῖν ἀγαθῶν τῇ πατρίδι, ἀπό τε καρπῶν πελάνους καὶ ἀπὸ χρημάτων ἀπαρχάς.
Μάρκος δέ τις Κούρτιος ἐν τοῖς πρώτοις τῶν νέων ἀριθμούμενος σωφροσύνης ἕνεκα καὶ τῆς κατὰ πολέμους ἀρετῆς ἔφοδον αἰτησάμενος ἐπὶ τὴν βουλὴν εἶπεν, ὅτι τῶν πάντων ἐστὶν ἀγαθῶν χρῆμα κάλλιστον καὶ πόλει Ῥωμαίων ἀναγκαιότατον ἀνδρῶν ἀρετή:
εἰ δὴ καὶ ταύτης ἀπαρχήν τινα ἡ γῆ λάβοι καὶ γένοιτο ἑκὼν ὁ τοῦτο χαριούμενος τῇ πατρίδι, πολλοὺς ἀνήσει ἡ γῆ ἄνδρας ἀγαθούς. ταῦτ εἰπὼν καὶ μηδενὶ παραχωρήσειν ἑτέρῳ τῆς φιλοτιμίας ταύτης ὑποσχόμενος τά τε ὅπλα περιέθετο καὶ ἐπὶ τὸν πολεμιστὴν ἵππον ἀνέβη: συναχθέντος δ ἐπὶ τὴν θέαν τοῦ κατὰ τὴν πόλιν ὄχλου πρῶτον μὲν ηὔξατο τοῖς θεοῖς ἐπιτελῆ ποιῆσαι τὰ μαντεύματα καὶ πολλοὺς ἄνδρας ὁμοίους αὐτῷ δοῦναι τῇ πόλει τῇ Ῥωμαίων γενέσθαι:
ἔπειτ ἐφεὶς τῷ ἵππῳ τὰς ἡνίας καὶ τὰ κέντρα προσβαλὼν ἔρριψε κατὰ τοῦ χάσματος ἑαυτόν. ἐπὶ δὲ αὐτῷ πολλὰ μὲν ἱερεῖα, πολλοὶ δὲ καρποί, πολλὰ δὲ χρήματα, πολὺς δὲ κόσμος ἐσθῆτος, πολλαὶ δὲ ἀπαρχαὶ συμπασῶν τεχνῶν δημοσίᾳ κατὰ τοῦ χάσματος ἐρρίφησαν: καὶ αὐτίκα ἡ γῆ συνῆλθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기