- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 14, chapter 9 5:

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 14, chapter 9 5:)

τό τε χωρίον, ἐν ᾧ τὸν ἀγῶνα ποιησόμεθα, σύνεργον ἡμῖν τοῖς ἀπὸ μετεώρου κατιοῦσιν ἐπὶ τὸ πρανές, ἐκείνοις δὲ πολέμιον τοῖς ἐκ τοῦ χθαμαλοῦ πρὸς τὰ μετέωρα χωρεῖν ἀναγκαζομένοις.? φοβείσθω δὲ μηδεὶς ὑμῶν μήτε τὸ πλῆθος τῶν πολεμίων μήτε τὸ μέγεθος, μηδ εἰς ταῦτά τις πλεονεκτήματα αὐτῶν ὁρῶν ἀθυμότερος πρὸς τὸν ἀγῶνα ἔστω, ἀλλ ἐνθυμείσθω πρῶτον μέν, ὅτι κρεῖττόν ἐστιν ἔλαττον στράτευμα ἐπιστάμενον, ἃ δεῖ πράττειν, ἢ πολὺ ἀμαθές: ἔπειθ ὅτι τοῖς μὲν ὑπὲρ τῶν ἰδίων ἀγωνιζομένοις ἡ φύσις αὐτὴ θάρσος τέ τι πρὸς τοὺς κινδύνους παρίστησι, καὶ πνεῦμα ἐνθουσιῶδες ὥσπερ τοῖς θεοφορήτοις παρέχει, τοῖς δ ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ δεινὰ αἱ τόλμαι φιλοῦσι γίνεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION