호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅπλα κρείττονα τῶν βαρβαρικῶν ἡμῖν μεμηχάνηται, θώρακες καὶ κράνη καὶ κνημῖδες καὶ κραταιοὶ θυρεοί, ὑφ ὧν ὅλα τὰ σώματα ἔχομεν ἐν φυλακῇ, ξίφη τε ἀμφίστομα καὶ ἀντὶ λόγχης ὑσσός, ἄφυκτον βέλος:? τὰ μὲν σκεπαστήρια, οἱᾶ μὴ ῥαδίως ταῖς πληγαῖς εἴκειν, τὰ δ ἀμυντήρια, ὡς διὰ πάσης φέρεσθαι προβολῆς. τῶν δὲ γυμναὶ μὲν αἱ κεφαλαί, γυμνὰ δὲ τὰ στέρνα καὶ αἱ λαγόνες, γυμνοὶ δὲ μηροὶ καὶ σκέλη μέχρι ποδῶν, ἔρυμά τε οὐδὲν ἕτερον, ὅ τι μὴ θυρεοί:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기