호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔσπευδε τὸν πόλεμον συντελέσαι ἐν ὀλίγαις ἡμέραις ὁ Ῥωμαίων χιλίαρχος ὡς δὴ ῥᾴδιόν τι πρᾶγμα καὶ κατὰ χειρὸς αὐτῷ γενησόμενον ὑποχειρίους ποιήσασθαι μίᾳ μάχῃ τοὺς πολεμίους.? τῷ δὲ ἡγεμόνι τῶν πολεμίων ἐνθυμουμένῳ τό τε ἐμπειροπόλεμον τῶν Ῥωμαίων καὶ τὸ ἐν τοῖς κινδύνοις καρτερικὸν μάχην μὲν ἐκ παρατάξεως ἴσην καὶ φανερὰν ποιεῖσθαι πρὸς αὐτοὺς οὐκ ἐδόκει, διαστρατηγεῖν δὲ τὸν πόλεμον ἀπάταις τισὶ καὶ δόλοις καὶ παρατηρεῖν, εἴ τι πλεονέκτημα καθ ἑαυτῶν ἐκεῖνοι παρέξουσιν.
Τραυματίας καὶ παρασχεδὸν ἐλθὼν ἀποθανεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기