호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς ἔμαθε τοὺς πολεμίους ἐκ τῶν κατόπιν προσιόντας, ἐπιστρέφειν μὲν ὀπίσω περιεχόμενος ὑπὸ τῶν πολεμίων πανταχόθεν ἀπέγνω ἐνθυμούμενος, ὅτι κινδυνεύσουσιν ἅπαντες οὐθὲν ἀποδειξάμενοι γενναῖον ἔργον αἴσχιστα διαφθαρῆναι, ὀλίγοι τε πρὸς πολλοὺς μαχόμενοι καὶ τεθωρακισμένοι πρὸς ἐλαφρούς.? ἰδὼν δὲ ὄχθον τινὰ ὑψηλὸν ἐπιεικῶς, ὃς ἦν αὐτῷ οὐ πρόσω, τοῦτον ἔγνω καταλαβέσθαι. Ἀγρίππας Μενήνιος καὶ Πόπλιος Λουκρήτιος καὶ Σερούιος Ναύτιος, χιλίαρχοι τιμηθέντες, ἐπί- θεσίν τινα κατὰ τῆς πόλεως γενομένην ὑπὸ δούλων ἐφώρασαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기