- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 12, chapter 5

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 12, chapter 5)

Τυρρηνῶν καὶ Φειδηναίων καὶ Οὐιεντανῶν πολεμούντων Ῥωμαίοις καὶ Λάρου Τολουμνίου τοῦ βασιλέως Τυρρηνῶν πανδεινὰ ποιοῦντος κατ αὐτῶν χιλίαρχός τις Ῥωμαῖος, Αὖλος Κορνήλιος Κόσσος ἐπί- κλησιν, ἐλαύνει τὸν ἵππον κατὰ τοῦ Τολουμνίου:? καὶ ἐπειδὴ ἀγχοῦ ἐγένετο, φέρουσι κατ ἀλλήλων τὰ δό- ρατα. ὁ μὲν οὖν Τολούμνιος τὸν ἵππον αὐτοῦ παίει διὰ τοῦ στήθους, ὃς ἀναχαιτίσας ῥιπτεῖ τὸν ἐπιβάτην:

ὁ δὲ Κορνήλιος διὰ θυρεοῦ τε καὶ θώρακος ἐλάσας τὴν αἰχμὴν εἰς τὰ πλευρὰ περιτρέπει τὸν Τολούμνιον ἀπὸ τοῦ ἵππου, καὶ ἔτι διανισταμένου φέρει διὰ <τοῦ> βουβῶνος τὸ ξίφος. ἀποκτείνας δὲ αὐτὸν καὶ τὰ σκῦλα ἀφελόμενος οὐ μόνον τοὺς ὁμόσε χωροῦντας ἱππεῖς τε καὶ πεζοὺς ἀνέστειλεν, ἀλλὰ καὶ τοὺς ἐπὶ τῶν κεράτων ἀμφοτέρων ἀντέχοντας εἰς ἀθυμίαν καὶ δέος κατέστησεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION