- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 12, chapter 2 7:

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 12, chapter 2 7:)

ὁ δ ὡς ἤκουσεν, ἀναπηδᾷ τε καὶ με- γάλα ἀναβοήσας, ἄνδρες, ἔφη, δημοτικοί, βοηθεῖτέ μοι συναρπαζομένῳ διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν ὑπὸ τῶν δυνατῶν:? οὐ γὰρ ἐπὶ δίκην πρὸς αὐ- τῶν, ἀλλ ἐπὶ θάνατον καλοῦμαι. βοῆς δὲ γενομένης καὶ θορύβου πολλοῦ περὶ τὸ βῆμα συγγνούς, ὅτι πλεί- ους εἰσὶ τῶν βοηθούντων οἱ συλλαμβάνειν μέλλον- τες αὐτόν, καὶ οὐ μακρὰν ἑτέρους ὑποκαθῆσθαι ἐν ὅπλοις, καταπηδᾷ ταχέως ἀπὸ τοῦ βήματος καὶ διὰ τῆς ἀγορᾶς ἐχώρει δρόμῳ σπεύδων εἰς τὴν οἰκίαν κατα- φυγεῖν. καταλαμβανόμενος δ ὑπὸ τῶν ἱππέων εἰς ἐργαστήριον εἰστρέχει μαγειρικὸν καὶ κοπίδα τῶν κρεοκόπων ἁρπάσας παίει τὸν πρῶτον αὐτῷ προς- ελθόντα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION