- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 20, chapter 17

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 20, chapter 17)

τὸ ἄπορον πλῆθος, ᾧ καλῶν καὶ δικαίων φροντὶς ἦν οὐδεμία, παρακρουσθὲν ὑπὸ Σαυνίτου τινὸς εἰς τὸ αὐτὸ συνέρχεται.? καὶ τὸ μὲν πρῶτον ἐπὶ τοῖς ὄρεσιν ἄγραυλον καὶ κακόπαθον τὸν βίον εἶχεν, ἐπεὶ δὲ πλεῖον ἤδη καὶ ἀξιόμαχον ἐδόκει γεγονέναι, πόλιν ἐχυρὰν καταλαμβάνεται, ὅθεν ὁρμώμενον ἐληίζετο πᾶσαν τὴν κύκλῳ χώραν. ἐπὶ τούτους ἐξήγαγον στρατιὰν οἱ ὕπατοι καὶ οὐ πολλῇ σὺν πραγματείᾳ τὴν πόλιν αἱρησάμενοι τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως αἰκισάμενοι ῥάβδοις ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐλαφυροπώλησαν.

ἔτυχε τῷ πρότερον ἐνιαυτῷ πεπραμένη μετὰ τῶν ἄλλων δορίκτήτων ἡ γῆ, καὶ τὸ πεσὸν ἀπὸ τῆς τιμῆς ἀργύριον διῃρημένον τοῖς πολίταις. αμβρ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION