호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγένετο δευτέρα ἐπανάστασις ἐν τῇ πόλει τῶν Ῥηγίνων ὑπὸ τῆς καταλειφθείσης αὐτόθι Ῥωμαικῆς καὶ συμμαχικῆς φρουρᾶς, καὶ δι αὐτὴν σφαγαί τε πολλῶν ἀνθρώπων καὶ φυγαί.? τούτους τιμωρησόμενος τοὺς ἀποστάντας ἅτερος τῶν ὑπάτων Γάιος Γενύκιος ἐξήγαγε τὴν στρατιάν: γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς Ῥηγίνων μὲν τοῖς φυγάσι ἀπέδωκε τὰ ἑαυτῶν ἔχειν, τοὺς δὲ ἐπιθεμένους τῇ πόλει συλλαβὼν δεσμίους εἰς Ῥώμην ἀπήγαγεν: ἐφ οἷς οὕτως ὠργίσθη καὶ ἠγανάκτησεν ἥ τε βουλὴ καὶ ὁ δῆμος, ὥστε μηδεμίαν γνώμην ἐπιεικῆ γενέσθαι περὶ αὐτῶν, ἀλλὰ πάσαις ταῖς φυλαῖς ἁπάντων τῶν ἐν ταῖς αἰτίαις τὸν ἐπὶ τοῖς κακουργοῖς τεταγμένον ὑπὸ τῶν νόμων καταψηφισθῆναι θάνατον. κυρωθέντος δὲ τοῦ περὶ τῆς τιμωρίας δόγματος πάτταλοί τε κατεπάγησαν ἐν τῇ ἀγορᾷ, καὶ παραγόμενοι κατὰ τριακοσίους ἄνδρας, περιηγμένοι τοὺς ἀγκῶνας ὀπίσω προσεδοῦντο τοῖς παττάλοις γυμνοί:
ἔπειτα μάστιξιν αἰκισθέντες ἁπάντων ὁρώντων ἀπεκόπτοντο τῷ πελέκει τοὺς ὑπὸ ταῖς κεφαλαῖς νωτιαίους τένοντας: καὶ μετὰ τούτους ἕτεροι τριακόσιοι, καὶ αὖθις ἄλλοι τοσοῦτοι διεφθάρησαν, οἱ σύμπαντες τετρακισχίλιοι καὶ πεντακόσιοι. καὶ οὐδὲ ταφῆς ἔτυχον, ἀλλ ἑλκυσθέντες ἐκ τῆς ἀγορᾶς εἰς ἀναπεπταμένον τι πρὸ τῆς πόλεως χωρίον ὑπὸ οἰωνῶν καὶ κυνῶν διεφορήθησαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기