- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 20, chapter 15

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 20, chapter 15)

οἱ Βρέττιοι ἑκόντες ὑποταγέντες Ῥωμαίοις τὴν ἡμίσειαν τῆς ὀρεινῆς παρέδωκαν αὐτοῖς, ἣ καλεῖται μὲν Σίλα, μεστὴ δ ἐστὶν ὕλης εἰς οἰκοδομάς τε καὶ ναυπηγίας καὶ πᾶσαν ἄλλην κατασκευὴν εὐθέτου:? πολλὴ μὲν γὰρ ἐλάτη πέφυκεν οὐρανομήκης ἐν αὐτῇ, πολλὴ δὲ αἴγειρος, πολλὴ δὲ πίειρα πεύκη ὀξύη τε καὶ πίτυς καὶ φηγὸς ἀμφιλαφὴς καὶ μελίαι ταῖς διαρρεούσαις λιβάσι πιαινόμεναι, καὶ πᾶσα ἄλλη βαθεῖα συνυφαινομένη τοῖς κλάδοις ὕλη σκιερὸν ἀποτελοῦσα δἰ ὅλης ἡμέρας τὸ ὄρος. ἐξ ἧς ἡ μὲν ἔγγιστα θαλάττης καὶ ποταμῶν φυομένη τμηθεῖσα τὴν ἀπὸ ῥίζης τομὴν ὁλόκληρος ἐπὶ τοὺς λιμένας τοὺς ἔγγιστα κατάγεται, πάσῃ διαρκὴς Ἰταλίᾳ πρός τε τὰ ναυτικὰ καὶ πρὸς τὰς τῶν οἰκιῶν κατασκευάς:

ἡ δὲ ἄνω θαλάττης καὶ ποταμῶν πρόσω κορμασθεῖσα κατὰ μέρη κώπας τε παρέχει καὶ κοντοὺς καὶ ὅπλα παντοῖα καὶ σκεύη τὰ κατοικίδια, φοράδην ὑπ ἀνθρώπων κομιζομένη: ἡ δὲ πλείστη καὶ πιοτάτη πιττουργεῖται καὶ παρέχει πασῶν ὧν ἴσμεν ἡμεῖς εὐωδεστάτην τε καὶ γλυκυτάτην τὴν καλουμένην Βρεττίαν πίτταν: ἀφ ἧς μεγάλας ὁ τῶν Ῥωμαίων δῆμος καθ ἕκαστον ἐνιαυτὸν ἐκ τῶν μισθώσεων λαμβάνει προσόδους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION