- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 20, chapter 9

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 20, chapter 9)

τίς γὰρ ἑκουσίως ἄρχεται τῶν κρειττόνων ὑπὸ τοῦ χείρονος·? πολλὴ δὴ μωρία καὶ κακότης, ἃ δι ἀνάγκην φαίητ ἂν ὑμεῖς ὑπομένειν, ταῦτα ἡμᾶς ἑκόντας δέχεσθαι. ὅτι ἀμηχανοῦντα τὸν Πύρρον καὶ πόρους παντοδαποὺς ἐπιζητοῦντα ὁρῶντες οἱ κάκιστοι καὶ ἀνοσιώτατοι τῶν φίλων, Εὐήγορος Θεοδώρου καὶ Βάλακρος Νικάνδρου καὶ Δείναρχος Νικίου, τῶν ἀθέων καὶ ἐξαγίστων δογμάτων ζηλωταί, πόρον ὑποτίθενται χρημάτων ἀνοσίων, τοὺς ἱεροὺς ἀνοῖξαι τῆς Περσεφόνης θησαυρούς.

ἦν γὰρ ἱερὸν ἐν τῇ πόλει ταύτῃ ἅγιον καὶ πολὺν χρυσὸν ἐκ παντὸς τοῦ χρόνου πεφυλαγμένον ἄθικτον ἔχον, ἐν ᾧ χρυσός τις ἄβυσσος, ἀόρατος τοῖς πολλοῖς κατὰ γῆς κείμενος.

ὑπὸ τούτων ἐξαπατηθεὶς τῶν κολάκων καὶ διὰ τὴν ἀνάγκην κρείττονα παντός, τοῖς εἰσηγησαμένοις τὴν γνώμην ἀνδράσι διακόνοις τῆς ἱεροσυλίας ἐχρήσατο, καὶ τὸν ἐξελαθέντα χρυσὸν ἐκ τοῦ ἱεροῦ ναυσὶν ἐνθέμενος μετὰ τῶν ἄλλων χρημάτων ἀπέστειλεν εἰς Τάραντα πολλῆς μεστὸς εὐθυμίας γενόμενος.

ετ συιδας ς. ϝ. Πύρρος. ἡ δὲ δικαία πρόνοια τὴν αὑτῆς δύναμιν ἀπεδείξατο.

ὡς γὰρ ἀνήχθησαν αἱ νῆες ἀπὸ τοῦ λιμένος, τὴν μὲν ἀπόγειον αὖραν λαβοῦσαι προέκοψαν: ἄνεμος δ ἐναντίος γενόμενος καὶ δι ὅλης νυκτὸς κατασχὼν ἃς μὲν κατέκλυσεν, ἃς δ εἰς τὸν τῆς Σικελίας πορθμὸν ἐξέβαλεν, ἐν αἷς δὲ παρεκομίζετο τὰ ἀναθήματα καὶ ὁ προσενεχθεὶς ἐκ τῶν ἀναθημάτων χρυσὸς ἐπὶ τοὺς Λοκροὺς ἐξώκειλεν αἰγιαλούς: καὶ τοὺς μὲν πλέοντας ἐν αὐταῖς ἐν τῇ παλιρροίᾳ τῶν κυμάτων κατακλυζομένους διέφθειρε, τὰ δ ἱερὰ χρήματα διασπασθεισῶν τῶν νεῶν ἐπὶ τὰς ἔγγιστα τῶν Λοκρῶν θῖνας ἐξέβρασεν. ὁ δὲ βασιλεὺς καταπλαγεὶς ἅπαντα τὸν κόσμον καὶ τοὺς θησαυροὺς ἀπέδωκε τῇ θεῷ ὡς παραιτησόμενος αὐτῆς διὰ τοῦτο τὸν χόλον:

νήπιος, οὐδὲ τὸ ᾔδει, ὃ οὐ πείσεσθαι ἔμελλεν.

οὐ γάρ τ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, ὡς Ὁμήρῳ εἴρηται. ἀλλ ἐπειδὴ τῶν ἱερῶν ἐτόλμησεν ἅψασθαι χρημάτων καὶ πόρον ὑποθέσθαι πολέμων, ἀνόνητον ἐποίησε τὴν ἔννοιαν αὐτοῦ τὸ δαιμόνιον, ἵνα παράδειγμα καὶ παίδευμα πᾶσιν ἀνθρώποις γένοιτο τοῖς μεθ ἑαυτόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION