- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 20, chapter 3

(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 20, chapter 3)

γραφέσθω δὴ καὶ τοῦτο τὸ μέρος ἐν ταῖς συνθήκαις, ει δοκεῖ, καὶ πᾶσα ἀναιρείσθω πολέμου πρόφασις.? ὡς δὲ συνέβησαν ἐπὶ τούτοις, περὶ τῆς μελλούσης τὴν ἡγεμονίαν παραλήψεσθαι πόλεως διεφέροντο, καὶ πολλοὶ ἐλέχθησαν εἰς τοῦτο λόγοι παρ ἀμφοτέρων δικαιοῦντος ἑκατέρου τὴν αὑτοῦ πόλιν ἄρχειν τῆς ἑτέρας. ὁ μὲν οὖν Ἀλβανὸς τοιαῦτα προίσχετο δίκαια: βασιλεὺς δὲ Πύρρος ὡς ἔμαθεν, ὅτι Λευκανοὶ καὶ Βρέττιοι καὶ Ταραντῖνοι φεύγουσι προτροπάδην, καὶ λελώβηται τὸ κατ ἐκείνους μέρος ἡ φάλαγξ, ἐκ τῆς καθ ἑαυτὸν ἴλης μέρος τι παραδοὺς ἑτέροις ἡγεμόσι, καὶ ἀπὸ τοῦ δεξιοῦ κέρατος ἑτέρους ἱππεῖς, ὅσους ὑπέλαβεν ἀρκεῖν, ἀποστέλλει βοηθοὺς τοῖς ὑπὸ τῶν Ῥωμαίων διωκομένοις.

ἐν οἷς δὲ ταῦτα ἐγίνετο χρόνοις, παρὰ τοῦ δαιμονίου βοήθεια τοῖς Ῥωμαίοις ἔκδηλος γίνεται. Δαυνίων γάρ τινες ἐκ πόλεως Ἀργυρίππων, ἣν νῦν Ἄρπους καλοῦσι, πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ ἀμφὶ τοὺς τετρακοσίους, ἐπίκουροι τοῖς ὑπάτοις ἀποσταλέντες, ὡς ἐγένοντο πλησίον τοῦ βασιλικοῦ στρατοπέδου τὴν κατὰ νώτου τῶν πολεμίων ἄγουσαν ὁδὸν ἀπὸ ταὐτομάτου πορευόμενοι καὶ τὸ πεδίον εἶδον μεστὸν ἀνθρώπων, ὀλίγον ἐπισχόντες αὐτόθι χρόνον καὶ λογισμοὺς παντοδαποὺς λαβόντες, καταβαίνειν μὲν ἀπὸ τῶν μετεώρων καὶ συλλαμβάνειν τῆς μάχης ἀπέγνωσαν, οὔτε ὅπη τι φίλιόν ἐστιν εἰδότες οὔτε ὅπη πολέμιον, οὔτ ἐν ᾧ χωρίῳ στάντες ὠφέλειάν τινα παρέξουσι τοῖς σφετέροις δυνάμενοι συλλαβεῖν, κράτιστον δὲ ὑπέλαβον εἶναι περιστάντες τὸ στρατόπεδον τῶν πολεμίων ἐξελεῖν, ὡς αὐτοί τε πολλὰς καὶ καλὰς ἕξοντες ὠφελείας, εἰ κρατήσειαν τῶν ἀποσκευῶν, καὶ μεγάλην παρέξοντες τοῖς πολεμίοις ταραχήν, εἰ θεάσαιντο καιόμενον ἄφνω τὸν χάρακα:

ἀπεῖχε δὲ τὸ χωρίον τῆς μάχης οὐ πλέον εἴκοσι σταδίων. ταῦτά τε δὴ βουλευσάμενοι καὶ παρὰ αἰχμαλώτων τινῶν ἀκούσαντες, οὓς ἐπὶ ξυλισμὸν ἐλθόντας εἰλήφεσαν, ὅτι κομιδῆ τινες ὀλίγοι φυλάττουσι τὸν χάρακα, προσέβαλον αὐτοῖς πανταχόθεν.

ὑπὲρ ὧν ἐπιγνοὺς ὁ Πύρρος ἱππέως τινὸς ἀπαγγείλαντος, ὃς ἀρξαμένου πολιορκεῖσθαι τοῦ χάρακος διεξελάσας τὸν ἵππον καὶ τὰ κέντρα προσβαλὼν παρῆν διὰ ταχέων - τὴν μὲν γὰρ ἄλλην δύναμιν ἐν τῷ πεδίῳ κατέχειν ἔγνω καὶ μήτε ἀνακαλεῖν μήτε κινεῖν τὴν φάλαγγα - τοὺς ἐλέφαντας καὶ ἀπὸ τῶν ἱππέων τοὺς εὐτολμοτάτους ἐπιλεξάμενος ἀποστέλλει βοηθοὺς τῷ χάρακι. ἔτι δὲ τούτων πορευομένων ἐκπολιορκηθεὶς % ἄφνω ὁ χάραξ ἀνάπτεται.

καὶ οἱ διαπραξάμενοι τὸ ἔργον, ὡς ἔμαθον ἀπὸ τῶν μετεώρων ἐπιόντας σφίσι τοὺς ὑπὸ τοῦ βασιλέως ἀπεσταλμένους, εἰς ὄρους τινὸς κορυφὴν ἔφυγον, ἔνθα οὔτε τοῖς θηρίοις ἀνελθεῖν ῥᾴδιον ἦν οὔτε τοῖς ἵπποις. οἱ δὲ βασιλικοὶ τοῦ καιροῦ τῆς βοηθείας ὑστερήσαντες ἐπὶ τοὺς ἐκ τοῦ τρίτου καὶ τετάρτου τάγματος Ῥωμαίους ἐτράποντο πολὺ προεληλυθότας ἀπὸ τῶν ἄλλων, ὅτε τοὺς κατὰ σφᾶς πολεμίους ἐτρέψαντο.

προιδόντες δὲ αὐτῶν οἱ Ῥωμαῖοι τὴν ἔφοδον εἰς ὑψηλόν τι καὶ λάσιον χωρίον ἀναδραμόντες εἰς τάξιν καθίσταντο. οἱ μὲν οὖν ἐλέφαντες οὐ δυνάμενοι πρὸς τὸν ὄχθον ἀναβαίνειν οὐδὲν αὐτοὺς ἠδίκουν, οὐδὲ αἱ τῶν ἱππέων ἶλαι, οἱ δὲ τοξόται καὶ σφενδονῆται βάλλοντες πανταχόθεν κατετίτρωσκόν τε καὶ διέφθειρον ἐξ αὐτῶν συχνούς.

αἰσθήσεως δὲ γενομένης τοῖς ἡγεμόσι τῶν ἐκεῖ πραττομένων Πύρρος μὲν ἐκ τῆς ἀσπιστικῆς φάλαγγος Ἀθαμᾶνάς τε καὶ Ἀκαρνᾶνας καὶ τῶν Σαυνιτῶν τινας ἀποστέλλει ὁ δὲ τῶν Ῥωμαίων ὕπατος ἴλας τινὰς ἱππέων, ἐπειδὴ τοιαύτης ἔδει τοῖς πεζοῖς συμμαχίας. καὶ κατὰ τὸν αὐτὸν χρόνον ἑτέρα πάλιν ἐκεῖ γίνεται μάχη πεζῶν τε καὶ ἱππέων, καὶ φόνος ἔτι πλείων. ἀρξαμένου δὲ τοῦ βασιλέως καὶ οἱ τῶν Ῥωμαίων ὕπατοι τοὺς ἑαυτῶν ἀνεκάλουν περὶ καταφορὰν ὄντος τοῦ ἡλίου καὶ διαβιβάσαντες τὸν ποταμὸν ἀπῆγον εἰς τὸν χάρακα συσκοτάζοντος ἤδη.

ἡ δὲ τοῦ Πύρρου δύναμις ἀπολωλεκυῖα σκηνάς τε καὶ ὑποζύγια καὶ ἀνδράποδα καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐπὶ μετεώρου τινὸς χώρου παρενέβαλεν, ἔνθα τὴν ἐπιοῦσαν νύκτα διήγαγεν ὑπαίθριος, ἀσκευής, ἀθεράπευτος, οὐδὲ τῆς ἀναγκαίας εὐποροῦσα τροφῆς, ὥστε καὶ διαφθαρῆναι συχνοὺς τραυματίας, οἷς ἐνῆν ἔτι σώζεσθαι βοηθείας τε καὶ κηδεμονίας μεταλαβοῦσιν. τοιούτου τέλους ἔτυχεν ἡ δευτέρα μάχη Ῥωμαίοις πρὸς Πύρρον περὶ πόλιν Ἄσκλον. ατη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION