호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺς δὲ ψιλοὺς καὶ τοὺς ἐλέφαντας διχῇ νείμας ἀμφοτέρων κατόπιν ἔστησε τῶν κεράτων, σύμμετρόν τι χωρίον ἀφεστῶτας ὀλίγον ἐπανεστηκὸς τοῦ πεδίου.? αὐτὸς δὲ τὸ καλούμενον βασιλικὸν ἄγημα τῶν ἐπιλέκτων ἱππέων ὁμοῦ τι δισχιλίων περὶ αὑτὸν ἔχων ἐκτὸς ἦν τάξεως, ὥστε τοῖς κάμνουσιν αἰεὶ τῶν σφετέρων ἐξ ἑτοίμου παρεῖναι. οἱ δὲ ὕπατοι κατὰ μὲν τὸ λαιὸν κέρας ἔστησαν τάγμα τὸ καλούμενον πρῶτον ἐναντίον τῇ Μακεδονικῇ καὶ Ἀμπρακιωτικῇ φάλαγγι καὶ τοῖς μισθοφόροις τῶν Ταραντίνων. ἑπόμενον δὲ τῷ πρώτῳ τάγματι τὸ τρίτον, καθ ὃ μέρος ἡ λεύκασπις ἦν τῶν Ταραντίνων φάλαγξ καὶ τὸ Βρεττίων καὶ τὸ Λευκανῶν συμμαχικόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기