호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θήσω δὲ ἐξ αὐτῆς λαβὼν τῆς ἐκείνου λέξεως τὰ συντείνοντα πρὸς τὸ πρᾶγμα:? οὕτως διαθεὶς Φίλιππος τὰς πόλεις πρὸς ἀλλήλας διὰ τούτων, καὶ τούτοις ἐπαρθεὶς τοῖς ψηφίσμασι καὶ ταῖς ἀποκρίσεσιν ἧκεν ἔχων τὴν δύναμιν καὶ τὴν Ἐλάτειαν κατέλαβεν, ὡς οὐδ ἂν εἴ τι γένοιτο, ἔτι συμπνευσόντων ἡμῶν ἂν καὶ τῶν Θηβαίων. ἀλλὰ μὴν τὰ τότε συμβάντα διεξελθών, διεξελθὼν δὲ τοὺς ῥηθέντας ὑφ ἑαυτοῦ λόγους ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς πρεσβευτὴς ὑπ Ἀθηναίων εἰς Θήβας ἐπέμφθη, ταῦτα κατὰ λέξιν ἐπιτίθησιν: ὡς δ ἀφικόμεθα εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δ ἐκείνου θρασεῖς. ἔπειτ ἐπιστολήν τινα κελεύσας ἀναγνωσθῆναι ταῦτ ἐπιτίθησιν: ἐπειδὴ τοίνυν ἐποιήσαντο τὴν ἐκκλησίαν, προσῆγον ἐκείνους διὰ τὸ τὴν τῶν συμμάχων τάξιν ἐκείνους ἔχειν. καὶ παριόντες ἐδημηγόρουν πολλὰ μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δ ὑμῖν ἐγκαλοῦντες, πάνθ ὅσα πώποτε ἐναντία ἐπράξατε Θηβαίους ἀναμιμνῄσκοντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기