- 텍스트

Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 11 3:

(디오니시오스, Ad Ammaeum, chapter 11 3:)

θήσω δὲ καὶ τούτων αὐτὰ τὰ ἀναγκαιότατα:? Λυσιμαχίδης Ἀχαρνεύς: ἐπὶ τούτου τὰ μὲν ἔργα τὰ περὶ τοὺς νεωσοίκους καὶ τὴν σκευοθήκην ἀνεβάλοντο διὰ τὸν πόλεμον τὸν πρὸς Φίλιππον: τὰ δὲ χρήματα ἐψηφίσαντο πάντ εἶναι στρατιωτικὰ Δημοσθένους γράψαντος. Φιλίππου δὲ καταλαβόντος Ἐλάτειαν καὶ Κυτίνιον καὶ πρέσβεις πέμψαντος εἰς Θήβας Θετταλῶν Αἰνιάνων Αἰτωλῶν Δολόπων Φθιωτῶν, Ἀθηναίων δὲ κατὰ τὸν αὐτὸν χρόνον πρέσβεις ἀποστειλάντων τοὺς περὶ Δημοσθένη, τούτοις συμμαχεῖν ἐψηφίσαντο. φανεροῦ δὴ γεγονότος τοῦ χρόνου, καθ ὃν εἰσῆλθον εἰς Θήβας οἵ τε Ἀθηναίων πρέσβεις οἱ περὶ Δημοσθένη καὶ οἱ παρὰ Φιλίππου, ὅτι κατὰ Λυσιμαχίδην ἄρχοντα πίπτει, παρεσκευασμένων ἤδη τὰ πρὸς τὸν πόλεμον ἀμφοτέρων, αὐτὸς ὁ Δημοσθένης ποιήσει φανερὸν ἐν τῷ περὶ τοῦ στεφάνου λόγῳ, τίνες ἦσαν αἱ παρὰ τῶν πρεσβειῶν ἀμφοτέρων ἀξιώσεις:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION