호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄτοπον οὖν εἰ, διότι προεῖτο καὶ ἐπίστευσεν, μὴ διήσουσιν.? ὁ δὲ χρόνος οὗτος, ἐν ᾧ Φίλιππος ἠξίου Θηβαίους ἐπὶ τὴν Ἀττικὴν αὑτῷ δοῦναι δίοδον ὑπομιμνήσκων τῆς ἐν τῷ πρὸς Φωκεῖς πολέμῳ γενομένης βοηθείας, ἐκ τῆς κοινῆς γίγνεται φανερὸς ἱστορίας. εἶχε γὰρ οὕτως: μετὰ τὴν Ὀλυνθίων ἅλωσιν ἄρχοντος Θεμιστοκλέους συνθῆκαι Φιλίππῳ πρὸς Ἀθηναίους ἐγένοντο περὶ φιλίας καὶ συμμαχίας: αὗται διέμειναν ἑπταετῆ χρόνον ἄχρι Νικομάχου: ἐπὶ δὲ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος ἐλύθησαν, Ἀθηναίων μὲν Φίλιππον αἰτιωμένων ἄρχειν τοῦ πολέμου, Φιλίππου δὲ Ἀθηναίοις ἐγκαλοῦντος. τὰς δὲ αἰτίας δι ἃς εἰς τὸν πόλεμον κατέστησαν ἀδικεῖσθαι λέγοντες ἀμφότεροι, καὶ τὸν χρόνον ἐν ᾧ τὴν εἰρήνην ἔλυσαν ἀκριβῶς δηλοῖ Φιλόχορος ἐν τῇ ἕκτῃ τῆς Ἀτθίδος βύβλῳ. θήσω δ ἐξ αὐτῆς τὰ ἀναγκαιότατα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기