호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔδει μὲν ὦ ἄνδρες Ἀθηναῖοι τοὺς λέγοντας ἅπαντας:? καὶ κατὰ τὸν αὐτὸν ἄρχοντα τὴν δεκάτην, ἐν ᾗ πειρᾶται διδάσκειν, ὅτι λύει τὴν εἰρήνην Φίλιππος καὶ πρότερος ἐκφέρει τὸν πόλεμον, ἧς ἐστιν ἀρχή: πολλῶν ὦ ἄνδρες Αθηναῖοι λόγων γιγνομένων. μετὰ Σωσιγένην ἄρχων ἔστι Νικόμαχος, ἐφ οὗ τὴν ἑνδεκάτην δημηγορίαν διελήλυθε περὶ τοῦ λελυκέναι τὴν εἰρήνην Φίλιππον καὶ τοὺς Ἀθηναίους πείθει Βυζαντίοις ἀποστεῖλαι βοήθειαν, ἧς ἐστιν ἀρχή: καὶ σπουδαῖα νομίζων ὦ ἄνδρες Ἀθηναῖοι. ἕπεται Νικομάχῳ Θεόφραστος ἄρχων, ἐφ οὗ πείθει τοὺς Ἀθηναίους γενναίως ὑπομεῖναι τὸν πόλεμον ὡς κατηγγελκότος αὐτὸν ἤδη Φιλίππου: καὶ ἔστιν αὕτη τελευταία τῶν κατὰ Φιλίππου δημηγοριῶν, ἀρχὴν ἔχουσα ταύτην:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기