호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀπόχρη μὲν οὖν καὶ ταῦτα ῥηθέντα φανερὰν ποιῆσαι τὴν φιλοτιμίαν τῶν ἀξιούντων τὰς Ἀριστοτέλους ἐζηλωκέναι τέχνας τὸν Δημοσθένη, ὃς ἤδη τέτταρας μὲν ἔτυχεν εἰρηκὼς δημηγορίας Φιλιππικάς, τρεῖς δὲ Ἑλληνικάς, πέντε δὲ λόγους δημοσίους εἰς δικαστήρια γεγραφώς, οὓς οὐδεὶς ἂν ἔχοι διαβαλεῖν ὡς εὐτελεῖς τινας καὶ φαύλους καὶ μηδὲν ἐπιφαίνοντας τεχνικόν, ἐπειδὴ πρὸ τῶν Ἀριστοτέλους συνετάχθησαν τεχνῶν.? οὐ μὴν ἔγωγε μέχρι τούτου προελθὼν στήσομαι, ἀλλὰ καὶ τοὺς ἄλλους αὐτοῦ λόγους τοὺς μάλιστ εὐδοκιμοῦντας ἐπιδείξω τούς τε δημηγορικοὺς καὶ τοὺς δικανικοὺς πρότερον ἀπηγγελμένους τῆς ἐκδόσεως τούτων τῶν τεχνῶν, μάρτυρι πάλιν αὐτῷ χρώμενος Ἀριστοτέλει. μετὰ γὰρ ἄρχοντα Καλλίμαχον, ἐφ οὗ τὰς εἰς Ὄλυνθον βοηθείας ἀπέστειλαν Ἀθηναῖοι πεισθέντες ὑπὸ Δημοσθένους, Θεόφιλος ἔστιν ἄρχων, καθ ὃν ἐκράτησε τῆς Ὀλυνθίων πόλεως Φίλιππος. ἔπειτα Θεμιστοκλῆς, ἐφ οὗ τὴν πέμπτην τῶν κατὰ Φιλίππου δημηγοριῶν ἀπήγγειλε Δημοσθένης περὶ τὴς φυλακῆς τῶν νησιωτῶν καὶ τῶν ἐν Ἑλλησπόντῳ πόλεων, ἧς ἐστιν ἀρχή: ἃ μὲν ἡμεῖς ὦ ἄνδρες Ἀθηναῖοι δεδυνήμεθα εὑρεῖν, ταῦτ ἐστίν.
μετὰ δὲ Θεμιστοκλέα Ἀρχίας, ἐφ οὗ παραινεῖ τοῖς Ἀθηναίοις μὴ κωλύειν Φίλιππον τῆς Ἀμφικτυονίας μετέχειν μηδὲ ἀφορμὴν διδόναι πολέμου νεωστὶ πεποιημένους τὴν πρὸς αὐτὸν εἰρήνην: ἀρχὴ δὲ ταύτης τῆς δημηγορίας ἐστὶν ἥδε: ὁρῶ μὲν ὦ ἄνδρες Ἀθηναῖοι τὰ παρόντα πράγματα. μετὰ δὲ Ἀρχίαν ἔστιν Εὔβουλος: εἶτα Λυκίσκος, ἐφ οὗ τὴν ἑβδόμην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο πρὸς τὰς ἐκ Πελοποννήσου πρεσβείας, ταύτην τὴν ἀρχὴν ποιησάμενος: ὅταν ὦ ἄνδρες Ἀθηναῖοι λόγοι γίγνωνται. μετὰ Λυκίσκον ἔστιν ἄρχων Πυθόδοτος, ἐφ οὗ τὴν ὀγδόην τῶν Φιλιππικῶν δημηγοριῶν διέθετο πρὸς τοὺς Φιλίππου πρέσβεις, ἧς ἐστιν ἀρχή ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι, καὶ τὸν κατ Αἰσχίνου συνετάξατο λόγον, ὅτε τὰς εὐθύνας ἐδίδου τῆς δευτέρας πρεσβείας τῆς ἐπὶ τοὺς ὁρ´κους. μετὰ Πυθόδοτον ἔστι Σωσιγένης, ἐφ οὗ τὴν ἐνάτην διελήλυθεν κατὰ Φιλίππου δημηγορίαν περὶ τῶν ἐν Χερρονήσῳ στρατιωτῶν, ἵνα μὴ διαλυθῇ τὸ μετὰ Διοπείθους ξενικόν, ἀρχὴν ἔχουσαν ταύτην: ἔδει μὲν ὦ ἄνδρες Ἀθηναῖοι τοὺς λέγοντας ἅπαντας:
καὶ κατὰ τὸν αὐτὸν ἄρχοντα τὴν δεκάτην, ἐν ᾗ πειρᾶται διδάσκειν, ὅτι λύει τὴν εἰρήνην Φίλιππος καὶ πρότερος ἐκφέρει τὸν πόλεμον, ἧς ἐστιν ἀρχή: πολλῶν ὦ ἄνδρες Αθηναῖοι λόγων γιγνομένων. μετὰ Σωσιγένην ἄρχων ἔστι Νικόμαχος, ἐφ οὗ τὴν ἑνδεκάτην δημηγορίαν διελήλυθε περὶ τοῦ λελυκέναι τὴν εἰρήνην Φίλιππον καὶ τοὺς Ἀθηναίους πείθει Βυζαντίοις ἀποστεῖλαι βοήθειαν, ἧς ἐστιν ἀρχή: καὶ σπουδαῖα νομίζων ὦ ἄνδρες Ἀθηναῖοι. ἕπεται Νικομάχῳ Θεόφραστος ἄρχων, ἐφ οὗ πείθει τοὺς Ἀθηναίους γενναίως ὑπομεῖναι τὸν πόλεμον ὡς κατηγγελκότος αὐτὸν ἤδη Φιλίππου: καὶ ἔστιν αὕτη τελευταία τῶν κατὰ Φιλίππου δημηγοριῶν, ἀρχὴν ἔχουσα ταύτην: ὅτι μὲν ὦ ἄνδρες Ἀθηναῖοι Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλ ἀνεβάλετο τὸν πόλεμον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기