호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν οὖν ἔστιν ἃ παραδεδώκασιν ἡμῖν οἱ τὸν βίον τοῦ ἀνδρὸς ἀναγράψαντες.? ἃ δὲ αὐτὸς ὁ φιλόσοφος ὑπὲρ ἑαυτοῦ γράφει, πᾶσαν ἀφαιρούμενος ἐπιχείρησιν τῶν χαρίζεσθαι βουλομένων αὐτῷ τὰ μὴ προσήκοντα, πρὸς πολλοῖς δ ἄλλοις ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν, ἃ τέθηκεν ἐν τῇ πρώτῃ βύβλῳ ταύτης τῆς πραγματείας, ὡς οὐ μειράκιον ἦν, ὅτε τὰς ῥητορικὰς συνετάττετο τέχνας, ἀλλ ἐν τῇ κρατίστῃ γεγονὼς ἀκμῇ καὶ προεκδεδωκὼς ἤδη τάς τε τοπικὰς συντάξεις καὶ τὰς ἀναλυτικὰς καὶ τὰς μεθοδικάς, τεκμήρἰ ἐστὶν ἰσχυρότατα. ἀρξάμενος γὰρ τὰς ὠφελείας ἐπιδεικνύειν, ἃς περιείληφεν ὁ ῥητορικὸς λόγος, ταῦτα κατὰ λέξιν γράφει: χρήσιμος δ ἐστὶν ἡ ῥητορικὴ διά γε τὸ φύσει εἶναι κρείττω τἀληθῆ καὶ τὰ δίκαια τῶν ἐναντίων: ὥστε ἐὰν μὴ κατὰ τὸ προσῆκον αἱ κρίσεις γίνωνται, ἀνάγκη δι αὑτὸν ἡττᾶσθαι: τοῦτο δ ἐστὶν ἄξιον ἐπιτιμήσεως. ἔτι δὲ πρὸς ἐνίους, οὐδ εἰ τὴν ἀκριβεστάτην ἔχοιμεν ἐπιστήμην, ῥᾴδιον ἀπ ἐκείνης πεῖσαι λέγοντας: διδασκαλία γάρ ἐστιν ὁ κατὰ τὴν ἐπιστήμην λόγος, τοῦτο δὲ ἀδύνατον:
ἀλλ ἀνάγκη διὰ τῶν κοινῶν ποιεῖσθαι τὰς πίστεις καὶ τοὺς λόγους, ὥσπερ καὶ ἐν τοῖς τοπικοῖς λέγομεν περὶ τῆς πρὸς τοὺς πολλοὺς ἐντεύξεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기