호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ᾗ παρεκάλει τοὺς Ἀθηναίους μὴ λύειν τὴν πρὸς βασιλέα γενομένην εἰρήνην μηδὲ προτέρους ἄρχειν τοῦ πολέμου, ἐὰν μὴ παρασκευάσωνται τὴν ναυτικὴν δύναμιν, ἐν ᾗ πλείστην εἶχον ἰσχύν, καὶ τὸν τρόπον τῆς παρασκευῆς αὐτὸς ὑποτίθεται.? ἐπὶ δὲ Θουδήμου τοῦ μετὰ Διότιμον ἄρξαντος τόν τε κατὰ Τιμοκράτους λόγον ἔγραψε Διοδώρῳ τῷ κρίνοντι παρανόμων τὸν Τιμοκράτη καὶ τὸν περὶ τῆς Μεγαλοπολιτῶν βοηθείας δημηγορικὸν αὐτὸς ἀπήγγειλε. μετὰ δὲ Θούδημον ἔστιν Ἀριστόδημος ἄρχων, ἐφ οὗ τῶν κατὰ Φιλίππου δημηγοριῶν ἤρξατο, καὶ λόγον ἐν τῷ δήμῳ διέθετο περὶ τῆς ἀποστολῆς τοῦ ξενικοῦ στρατεύματος καὶ τῶν δέκα φυγαδικῶν τριηρῶν εἰς Μακεδονίαν. ἐν τούτῳ τῷ χρόνῳ καὶ τὸν κατὰ Ἀριστοκράτους ἔγραψε λόγον Εὐθυκλεῖ τῷ διώκοντι παρανόμων τὸ ψήφισμα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기