호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτος ἐγεννήθη μὲν ἐνιαυτῷ πρότερον τῆς ἑκατοστῆς Ὀλυμπιάδος:? ἄρχοντος δὲ Τιμοκράτους. εἰς ἔτος ἦν ἐμβεβηκὼς ἑπτακαιδέκατον δημοσίους δὲ λόγους ἤρξατο γράφειν ἐπὶ Καλλιστράτου ἄρχοντος εἰκοστὸν καὶ πέμπτον ἔτος ἔχων. καὶ ἔστιν αὐτοῦ πρῶτος τῶν ἐν δικαστηρίῳ κατασκευασθέντων ἀγώνων ὁ κατὰ Ἀνδροτίωνος, ὃν ἔγραφε Διοδώρῳ τῷ κρίνοντι τὸ ψήφισμα παρανόμων, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἕτερος , ὁ περὶ τῶν ἀτελειῶν, ὃν αὐτὸς διέθετο, χαριέστατος ἁπάντων τῶν λόγων καὶ γραφικώτατος. ἐπὶ δὲ Διοτίμου τοῦ μετὰ Καλλίστρατον ἐν Ἀθηναίοις πρώτην εἶπε δημηγορίαν, ἣν ἐπιγράφουσιν οἱ τοὺς ῥητορικοὺς πίνακας συντάξαντες περὶ τῶν συμμοριῶν: ἐν ᾗ παρεκάλει τοὺς Ἀθηναίους μὴ λύειν τὴν πρὸς βασιλέα γενομένην εἰρήνην μηδὲ προτέρους ἄρχειν τοῦ πολέμου, ἐὰν μὴ παρασκευάσωνται τὴν ναυτικὴν δύναμιν, ἐν ᾗ πλείστην εἶχον ἰσχύν, καὶ τὸν τρόπον τῆς παρασκευῆς αὐτὸς ὑποτίθεται. ἐπὶ δὲ Θουδήμου τοῦ μετὰ Διότιμον ἄρξαντος τόν τε κατὰ Τιμοκράτους λόγον ἔγραψε Διοδώρῳ τῷ κρίνοντι παρανόμων τὸν Τιμοκράτη καὶ τὸν περὶ τῆς Μεγαλοπολιτῶν βοηθείας δημηγορικὸν αὐτὸς ἀπήγγειλε. μετὰ δὲ Θούδημον ἔστιν Ἀριστόδημος ἄρχων, ἐφ οὗ τῶν κατὰ Φιλίππου δημηγοριῶν ἤρξατο, καὶ λόγον ἐν τῷ δήμῳ διέθετο περὶ τῆς ἀποστολῆς τοῦ ξενικοῦ στρατεύματος καὶ τῶν δέκα φυγαδικῶν τριηρῶν εἰς Μακεδονίαν. ἐν τούτῳ τῷ χρόνῳ καὶ τὸν κατὰ Ἀριστοκράτους ἔγραψε λόγον Εὐθυκλεῖ τῷ διώκοντι παρανόμων τὸ ψήφισμα. ἐπὶ δὲ Θεέλλου τοῦ μετὰ Ἀριστόδημον τὴν περὶ Ῥοδίων ἀπήγγειλε δημηγορίαν, ἐν ᾗ πείθει τοῦς Ἀθηναίους καταλῦσαι τὴν ὀλιγαρχίαν αὐτῶν καὶ τὸν δῆμον ἐλευθερῶσαι.
ἐπὶ δὲ Καλλιμάχου τοῦ τρίτου μετὰ Θέελλον ἄρξαντος τρεῖς διέθετο δημηγορίας παρακαλῶν Ἀθηναίους βοήθειαν Ὀλυνθίοις ἀποστεῖλαι τοῖς πολεμουμένοις ὑπὸ Φιλίππου, πρώτην μὲν ἧς ἐστιν ἀρχὴ ἐπὶ πολλῶν μὲν ἰδεῖν ἄν τις ὦ ἄνδρες Ἀθηναῖοί μοι δοκεῖ: δευτέραν δὲ Οὑ᾿χὶ ταὐτὰ παρίσταταί μοι γιγνώσκειν ὦ ἄνδρες Ἀθηναῖοἰ: τρίτην δὲ ἀντὶ πολλῶν ἂν ὦ ἄνδρες Ἀθηναῖοι χρημάτων. κατὰ τοῦτον γέγραπται τὸν ἄρχοντα καὶ ὁ κατὰ Μειδίου λόγος, ὃν συνετάξατο μετὰ τὴν χειροτονίαν, ἣν ὁ δῆμος αὐτᾷ κατεχειροτόνησε. μέχρι τοῦδ εὑρισκομένων δώδεκα λόγων, ὧν εἴρηκα, δημοσίων, ἐν οἷς εἰσι δημηγορικοὶ μὲν ἑπτά, δικανικοὶ δὲ πέντε, ἅπαντες ἐγένοντο πρότεροι τῶν Ἀριστοτέλους τεχνῶν, ὡς ἔκ τε τῶν ἱστορουμένων περὶ τοῦ ἀνδρὸς ἀποδείξω καὶ ἐκ τῶν ὑπ αὐτοῦ γραφέντων, ἐντεῦθεν ἀρξάμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기