호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἔστ ἔτυμος λόγος οὗτος, ὦ φίλε Ἀμμαῖε, οὐδ ἐκ τῶν Ἀριστοτέλους τεχνῶν τῶν ὕστερον ἐξενεχθεισῶν οἱ Δημοσθένους λόγοι συνετάχθησαν ἀλλὰ καθ ἑτέρας τινὰς εἰσαγωγάς:? ὑπὲρ ὧν ἐν ἰδίᾳ δηλώσω γραφῇ τὰ δοκοῦντά μοι: πολὺς γὰρ ὁ περὶ αὐτῶν λόγος, ὃν οὐ καλῶς εἶχεν ἑτέρας γραφῆς ποιῆσαι πάρεργον. ἐν δὲ τῷ παρόντι τοῦτο πειράσομαι φανερὸν ποιῆσαι, ὅτι Δημοσθένους ἀκμάζοντος ἤδη κατὰ τὴν πολιτείαν καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τούς τε δικανικοὺς καὶ τοὺς δημηγορικοὺς καὶ θαυμαζομένου διὰ πάσης τῆς Ἑλλάδος ἐπὶ δεινότητι λόγων τότε ὁ φιλόσοφος τὰς ῥητορικὰς ἔγραψε τέχνας. παρέλαβον ἐκ τῶν κοινῶν ἱστοριῶν, ἃ κατέλιπον ἡμῖν οἱ τοὺς βίους τῶν ἀνδρῶν συνταξάμενοι, προειπεῖν. ποιήσομαι δὲ ἀπὸ Δημοσθένους τὴν ἀρχήν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기