호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἐλαχίστην δέ μοι καὶ σὺ παρέσχου ῥοπὴν εἰς τὸ μὴ παρέργως ἐξετάσαι τὴν ἀλήθειαν, παρακαλῶν φανεροὺς ποιῆσαι τοὺς λόγους, οἷς ἐμαυτὸν πέπεικα Δημοσθένους ἀκμάζοντος ἤδη καὶ τοὺς ἐπιφανεστάτους εἰρηκότος ἀγῶνας τότε ὑπὸ Αριστοτέλους τὰς ῥητορικὰς γεγράφθαι τέχνας.? ἐδόκεις τέ μοι καὶ τοῦτο ὀρθῶς παραινεῖν, μὴ σημείοις μηδὲ εἰκόσι μηδ ἀλλοτρίαις τὸ πρᾶγμα πιστώσασθαι μαρτυρίαις, ἐπειδὴ τούτων οὐδεμία: τῶν πίστεων δι ἀναγκαίων συνάγεται λημμάτων: ἀλλ αὐτὸν Ἀριστοτέλη παρασχέσθαι διὰ τῶν ἰδίων τεχνῶν ὁμολογοῦντα τἀληθὲς οὕτως ἔχειν. τοῦτο δὴ πεποίηκα, βέλτιστε Ἀμμαῖε, τῆς τε ἀληθείας προνοούμενος, ἣν ἐπὶ παντὸς οἰόμαι δεῖν πράγματος ἐξετάζεσθαι, καὶ τῆς ἁπάντων τῶν περὶ τοὺς πολιτικοὺς λόγους ἐσπουδακότων χάριτος: Ἰσαῖον καὶ Κηφισόδωρον Ὑπερείδην τε καὶ Λυκοῦργον καὶ Αἰσχίνην, οὐδ ἂν αὐτὸς ὁ Δημοσθένης ὁ πάντας ὑπερβαλόμενος τούς τε πρὸ αὑτοῦ καὶ τοὺς καθ ἑαυτὸν καὶ μηδὲ τοῖς γινομένοις ὑπερβολὴν καταλιπὼν τοσοῦτος ἐγένετο τοῖς Ἰσοκράτους τε καὶ Ἰσαίου κοσμούμενος παραγγέλμασιν, εἰ μὴ τὰς Ἀριστοτέλους τέχνας ἐξέμαθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기