호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῶν μετ ἄλλων ξένων τε καὶ παραδόξων ἀκουσμάτων, ὦν ἐνήνοχεν ὁ καθ ἡμᾶς χρόνος, ἕν τι καὶ τοῦτο ἐφάνη μοι πρώτως ἀκούσαντι παρὰ σοῦ, ὅτι τῶν φιλοσόφων τις τῶν ἐκ τοῦ περιπάτου πάντα χαρίζεσθαι βουλόμενος Ἀριστοτέλει τῷ κτίσαντι ταύτην τὴν φιλοσοφίαν καὶ τοῦτο ὑπέσχετο ποιήσειν φανερόν, ὅτι Δημοσθένης τὰς ῥητορικὰς τέχνας παρ ἐκείνου μαθὼν εἰς τοὺς ἰδίους μετήνεγκε λόγους καὶ κατ ἐκεῖνα κοσμούμενος τὰ παραγγέλματα πάντων ἐγένετο τῶν ῥητόρων κράτιστος.? κατ ἀρχὰς μὲν οὖν ὑπελάμβανον τῶν πολλῶν τινα εἶναι τὸν ταῦτ ἐπιχειρήσαντα λέγειν, καὶ παρῄνουν σοι μὴ πᾶσι τοῖς παραδόξοις προσέχειν.
ἢ τὴν δόξαν ἣν πρότερον αὐτὸς ἔσχον ἀφείην βεβαίως μαθὼν ὅτι προτεροῦσι τῶν Δημοσθένους λόγων αἱ Ἀριστοτέλους τέχναι, ἢ τὸν οὕτως ἐγνωκότα καὶ γράψαι γε παρεσκευασμένον, πρὶν εἰς ὄχλον ἐκδοῦναι τὸ σύνταγμα, μεταβαλεῖν πείσαιμι τὴν δόξαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기