호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τέλοσ δ’ ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπ’ ἀθυμίασ βρόχῳ τὸν βίον μεταλλάξαι. καὶ ἡμεῖσ ἐπαίξαμεν εἰσ αὐτόν· Φοίνικα τὸ γένοσ, ἀλλὰ Κρητικὸν κύνα, ἡμεροδανειστήν‐‐τοῦτο γὰρ ἐπεκλῄζετο‐οἶσθα Μένιππον ἴσωσ. Θήβησιν οὗτοσ ὡσ διωρύγη ποτὲ καὶ πάντ’ ἀπέβαλεν οὐδ’ ἐνόει φύσιν κυνόσ, αὑτὸν ἀνεκρέμασεν. Ἔνιοι δὲ τὰ βιβλί’ αὐτοῦ οὐκ αὐτοῦ εἶναι, ἀλλὰ Διονυσίου καὶ Ζωπύρου τῶν Κολοφωνίων, οἳ τοῦ παίζειν ἕνεκα συγγράφοντεσ ἐδίδοσαν αὐτῷ ὡσ εὖ δυναμένῳ διαθέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기