호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τέλος δ ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπ ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι. καὶ ἡμεῖς ἐπαίξαμεν εἰς αὐτόν: Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα, ἡμεροδανειστήν--τοῦτο γὰρ ἐπεκλῄζετο-οἶσθα Μένιππον ἴσως. Θήβησιν οὗτος ὡς διωρύγη ποτὲ καὶ πάντ ἀπέβαλεν οὐδ ἐνόει φύσιν κυνός, αὑτὸν ἀνεκρέμασεν. Ἔνιοι δὲ τὰ βιβλί αὐτοῦ οὐκ αὐτοῦ εἶναι, ἀλλὰ Διονυσίου καὶ Ζωπύρου τῶν Κολοφωνίων, οἳ τοῦ παίζειν ἕνεκα συγγράφοντες ἐδίδοσαν αὐτῷ ὡς εὖ δυναμένῳ διαθέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기