호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θαυμάζοντόσ τινοσ τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, "πολλῷ ἂν ἦν πλείω εἰ καὶ οἱ μὴ σωθέντεσ ἀνετίθεσαν· "ἐκ τῆσ ἀνδρωνίτιδοσ," εἶπεν, "εἰσ τὴν γυναικωνῖτιν. οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰσ συμπόσιον ἔφη, "χείρων ἐπανήξεισ· τοῦ δ’ ἐπανελθόντοσ καὶ τῇ ἑξῆσ εἰπόντοσ, "καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην," ἔφη, "Χείρων μὲν οὔ, Εὐρυτίων δέ. " δύσκολον ᾔτει· τοῦ δ’ εἰπόντοσ, "ἐάν με πείσῃσ· ἔφη, "εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι. " ἐπανήρχετο ἐκ Λακεδαίμονοσ εἰσ Ἀθήνασ· πρὸσ οὖν τὸν πυθόμενον, "ποῖ καὶ πόθεν;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기