호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐρωτηθεὶς εἰ οἱ σοφοὶ πλακοῦντα ἐσθίουσι, "πάντα," εἶπεν, "ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι. " ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, "ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δ οὐδέποτε. " φιλάργυρον ᾔτει: τοῦ δὲ βραδύνοντος, "ἄνθρωπε," εἶπεν, "εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν. " ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, "ἦν ποτε χρόνος ἐκεῖνος ὅτ ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν: ὁποῖος δ ἐγὼ νῦν, σὺ οὐδέποτε. " καὶ πρὸς ἄλλον ἐπὶ τῷ αὐτῷ ὀνειδίσαντα, "καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기