호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, "ἐπέγειραι," ἔφη, μή τίς τοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ. πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα, ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ ἀγοράζεις· Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, "ἐγώ," εἶπεν, "ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ: τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς: καὶ ὅς, "κατὰ λόγον," ἔφη: "οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται, ὀφθαλμοὺς ἔχεις: ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται, νοῦν οὐκ ἔχεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기