호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θεασάμενόσ ποτε παιδίον ταῖσ χερσὶ πῖνον ἐξέρριψε τῆσ πήρασ τὴν κοτύλην, εἰπών, "παιδίον με νενίκηκεν εὐτελείᾳ. " ἐξέβαλε δὲ καὶ τὸ τρυβλίον, ὁμοίωσ παιδίον θεασάμενοσ, ἐπειδὴ κατέαξε τὸ σκεῦοσ, τῷ κοίλῳ τοῦ ψωμίου τὴν φακῆν ὑποδεχόμενον. συνελογίζετο δὲ καὶ οὕτωσ· τῶν θεῶν ἐστι πάντα· φίλοι δὲ οἱ σοφοὶ τοῖσ θεοῖσ· κοινὰ δὲ τὰ τῶν φίλων. πάντ’ ἄρα ἐστὶ τῶν σοφῶν. θεασάμενόσ ποτε γυναῖκα ἀσχημονέστερον τοῖσ θεοῖσ προσπίπτουσαν, βουλόμενοσ αὐτῆσ περιελεῖν τὴν δεισιδαιμονίαν, καθά φησι Ζωίλοσ ὁ Περγαῖοσ, προσελθὼν εἶπεν, "οὐκ εὐλαβῇ, ὦ γύναι, μή ποτε θεοῦ ὄπισθεν ἑστῶτοσ‐‐πάντα γάρ ἐστιν αὐτοῦ πλήρη‐‐ἀσχημονήσῃσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기