호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ καταοήσασ ἐλάασ ἁψάμενον, "τί," φησίν, "ὁ σοφὸσ εἰσ Σικελίαν πλεύσασ τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεισ; καὶ ὅσ, "ἀλλὰ νὴ τοὺσ θεούσ," φησί, "Διόγενεσ, κἀκεῖ τὰ πολλὰ πρὸσ ἐλάασ καὶ τὰ τοιαῦτα ἐγινόμην. " ὁ δέ, "τί οὖν ἔδει πλεῖν εἰσ Συρακούσασ; ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάασ; Φαβωρῖνοσ δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ Ἀρίστιππον εἰπεῖν τοῦτο. καὶ ἄλλοτε ἰσχάδασ ἐσθίων ἀπήντετ’ αὐτῷ φησί τε, "ἔξεστί σοι μετασχεῖν"· τοῦ δὲ λαβόντοσ καὶ φαγόντοσ, ἔφη, "μετασχεῖν εἶπον, οὐ καταφαγεῖν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기