호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνιοι δέ φασι παρὰ τοῦ πατρὸσ αὐτὸν λαβόντα τὸ νόμισμα διαφθεῖραι· καὶ τὸν μὲν δεθέντα ἀποθανεῖν, τὸν δὲ φυγεῖν ἐλθεῖν τ’ εἰσ Δελφοὺσ καὶ πυνθανόμενον οὐκ εἰ παραχαράξει, ἀλλὰ τί ποιήσασ ἐνδοξότατοσ ἔσται, οὕτω λαβεῖν τὸν χρησμὸν τοῦτον. Γενόμενοσ δὲ Ἀθήνησιν Ἀντισθένει παρέβαλε. τοῦ δὲ διωθουμένου διὰ τὸ μηδένα προσίεσθαι, ἐξεβιάζετο τῇ προσεδρίᾳ. καί ποτε τὴν βακτηρίαν ἐπανατειναμένου αὐτῷ τὴν κεφαλὴν ὑποσχών, "παῖε," εἶπεν· "οὐ γὰρ εὑρήσεισ οὕτω σκληρὸν ξύλον ᾧ με ἀπείρξεισ ἑώσ ἄν τι φαίνῃ λέγων. " τοὐντεῦθεν διήκουσεν αὐτοῦ καὶ ἅτε φυγὰσ ὢν ὡρ́μησεν ἐπὶ τὸν εὐτελῆ βίον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기