호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὀνόμασι δὲ κέχρηται ποικίλοισ πρὸσ τὸ μὴ εὐσύνοπτον εἶναι τοῖσ ἀμαθέσι τὴν πραγματείαν· ἰδιαίτατα μὲν σοφίαν ἡγεῖται εἶναι τὴν τῶν νοητῶν καὶ ὄντωσ ὄντων ἐπιστήμην, ἥν φησι περὶ θεὸν καὶ ψυχὴν σώματοσ κεχωρισμένην. ἰδίᾳ δὲ σοφίαν καὶ τὴν φιλοσοφίαν καλεῖ, ὄρεξιν οὖσαν τῆσ θείασ σοφίασ. κοινῶσ δὲ λέγεται παρ’ αὐτῷ σοφία καὶ ἡ πᾶσα ἐμπειρία, οἱο͂ν ὅταν σοφὸν λέγῃ τὸν δημιουργόν. χρῆται δὲ καὶ ἐπὶ διαφερόντωσ σημαινομένων τοῖσ αὐτοῖσ ὀνόμασιν. ὁ γοῦν φαῦλοσ λέγεται παρ’ αὐτῷ καὶ ἐπὶ τοῦ ἁπλοῦ, ὡσ καὶ παρὰ Εὐριπίδῃ ἐν Λικυμνίῳ φέρεται ἐπὶ τοῦ Ἡρακλέουσ οὑτωσί· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν, πᾶσαν ἐν ἔργῳ περιταμνόμενον σοφίαν, λέσχησ ἀτρίβωνα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기