호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δευτέραν Σοφιστὴς Πολιτικὸς Κρατύλος:? τρίτην Νόμοι Μίνως Ἐπινομίς: τετάρτην Θεαίτητος Εὐθύφρων Ἀπολογία: πέμπτην Κρίτων Φαίδων Ἐπιστολαί. τὰ δ ἄλλα καθ ἓν καὶ ἀτάκτως. ἄρχονται δὲ οἱ μέν, ὡς προείρηται, ἀπὸ τῆς Πολιτείας: οἱ δ ἀπὸ Ἀλκιβιάδου τοῦ μείζονος: οἱ δ ἀπὸ Θεάγους: ἔνιοι δὲ Εὐθύφρονος: ἄλλοι Κλειτοφῶντος: τινὲς Τιμαίου: οἱ δ ἀπὸ Φαίδρου: ἕτεροι Θεαιτήτου: πολλοὶ δὲ <ἀπ> Ἀπολογίας τὴν ἀρχὴν ποιοῦνται. νοθεύονται δὲ τῶν διαλόγων ὁμολογουμένως Μίδων ἢ Ἱπποτρόφος, Ἐρυξίας ἢ Ἐρασίστρατος, Ἀλκύων, Ἀκέφαλοι ἢ Σίσυφος, Ἀξίοχος, Φαίακες, Δημόδοκος, Χελιδών, Ἑβδόμη, Ἐπιμενίδης: ὧν ἡ Ἀλκυὼν Λέοντός τινος εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기