호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ καὶ πρόσ τινα τῶν παίδων, "μεμαστίγωσο ἄν," εἶπεν, "εἰ μὴ ὠργιζόμην. " ἐφ’ ἵππου καθίσασ εὐθέωσ κατέβη φήσασ εὐλαβεῖσθαι μὴ ἱπποτυφίᾳ ληφθῇ. τοῖσ μεθύουσι συνεβούλευε κατοπτρίζεσθαι· ἀποστήσεσθαι γὰρ τῆσ τοιαύτησ ἀσχημοσύνησ. πίνειν δ’ εἰσ μέθην οὐδαμοῦ πρέπον ἔλεγε πλὴν ἐν ταῖσ ἑορταῖσ τοῦ καὶ τὸν οἶνον δόντοσ θεοῦ. καὶ τὸ πολλὰ δὲ καθεύδειν ἀπήρεσκεν αὐτῷ. ἐν γοῦν τοῖσ Νόμοισ φησί· "κοιμώμενοσ οὐδεὶσ οὐδενὸσ ἄξιοσ· εἶναί τε ἥδιον τῶν ἀκουσμάτων τὴν ἀλήθειαν· οἱ δὲ τὸ λέγειν τἀληθῆ. καὶ περὶ ἀληθεία δ’ ἐν τοῖσ Νόμοισ φησὶν οὕτωσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기