호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεται δ’ ὅτι καὶ Ἀντισθένησ μέλλων ἀναγινώσκειν τι τῶν γεγραμμένων αὐτῷ παρεκάλεσεν αὐτὸν παρατυχεῖν. καὶ πυθομένου, τί μέλλει ἀναγινώσκειν, εἶπεν ὅτι περὶ τοῦ μὴ εἶναι ἀντιλέγειν· τοῦ δ’ εἰπόντοσ· "πῶσ οὖν σὺ περὶ αὐτοῦ τούτου γράφεισ; καὶ διδάσκοντοσ ὅτι περιτρέπεται, ἔγραψε διάλογον κατὰ Πλάτωνοσ Σάθωνα ἐπιγράψασ· ἐξ οὗ διετέλουν ἀλλοτρίωσ ἔχοντεσ πρὸσ ἀλλήλουσ. φασὶ δὲ καὶ Σωκράτην ἀκούσαντα τὸν Λύσιν ἀναγινώσκοντοσ Πλάτωνοσ "Ἡράκλεισ," εἰπεῖν, "ὡσ πολλά μου καταψεύδεθ’ ὁ νεανίσκοσ. " οὐκ ὀλίγα γὰρ ὧν οὐκ εἴρηκε Σωκράτησ γέγραφεν ἁνήρ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기