- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, G, PLATWN 21:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, G, PLATWN 21:)

"Ἀπεστάλκαμέν τοι πάντες οἱ Πλάτωνος φίλοι τὼς περὶ Λαμίσκον τε καὶ Φωτίδαν ἀπολαμψούμεθα τὸν ἄνδρα κὰτ τὰν πὰρ τὶν γενομέναν ὁμολογίαν.? ὀρθῶς δέ κα ποιοῖς ἀμμιμνᾳσκόμενος τήνας τᾶς σπουδᾶς, ἡνίκα πάντας ἁμὲ παρεκάλεις πὸτ τὰν Πλάτωνος ἄφιξιν ἀξιῶν προτρέπεσθαί τε αὐτὸν καὶ ἀναδέχεσθαι τά τε ἄλλα καὶ περὶ τὰν ἀσφάλειαν μένοντί τε καὶ ἀφορμίοντι. μέμνασο δὲ καὶ τῆνο ὅτι περὶ πολλῶ ἐποιήσω τὰν ἄφιξιν αὐτῶ καὶ ἀγάπης ἐκ τήνω τῶ χρόνω ὡς οὐδένα τῶν πὰρ τίν. αἰ δέ τις γέγονε τραχύτας, ἀνθρωπίζειν χρὴ κἀποδιδόμεν ἁμὶν ἀβλαβῆ τὸν ἄνδρα. ταῦτα γὰρ ποιῶν δίκαια πραξεῖς καὶ ἁμὶν χαριξῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION