호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λυτροῦται δὴ αὐτὸν κατὰ τύχην παρὼν Ἀννίκερισ ὁ Κυρηναῖοσ εἴκοσι μνῶν‐‐οἱ δὲ τριάκοντα ‐‐καὶ ἀναπέμπει Ἀθήναζε πρὸσ τοὺσ ἑταίρουσ. οἱ δ’ εὐθὺσ τἀργύριον ἐξέπεμψαν· ὅπερ οὐ προσήκατο εἰπὼν μὴ μόνουσ ἐκείνουσ ἀξίουσ εἶναι Πλάτωνοσ κήδεσθαι. ἔνιοι δὲ καὶ Δίωνα ἀποστεῖλαί φασι τὸ ἀργύριον καὶ τὸν μὴ προσέσθαι, ἀλλὰ καὶ κηπίδιον αὐτῷ τὸ ἐν Ἀκαδημείᾳ πρίασθαι. τὸν μέντοι Πόλλιν λόγοσ ὑπό τε Χαβρίου ἡττηθῆναι καὶ μετὰ ταῦτα ἐν Ἑλίκῃ καταποντωθῆναι τοῦ δαιμονίου μηνίσαντοσ διὰ τὸν φιλόσοφον, ὡσ καὶ Φαβωρῖνόσ φησιν ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기