- 텍스트

Diogenes Laertius, Lives of Eminent Philosophers, G, PLATWN 19:

(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, G, PLATWN 19:)

Λυτροῦται δὴ αὐτὸν κατὰ τύχην παρὼν Ἀννίκερις ὁ Κυρηναῖος εἴκοσι μνῶν--οἱ δὲ τριάκοντα --καὶ ἀναπέμπει Ἀθήναζε πρὸς τοὺς ἑταίρους.? οἱ δ εὐθὺς τἀργύριον ἐξέπεμψαν: ὅπερ οὐ προσήκατο εἰπὼν μὴ μόνους ἐκείνους ἀξίους εἶναι Πλάτωνος κήδεσθαι. ἔνιοι δὲ καὶ Δίωνα ἀποστεῖλαί φασι τὸ ἀργύριον καὶ τὸν μὴ προσέσθαι, ἀλλὰ καὶ κηπίδιον αὐτῷ τὸ ἐν Ἀκαδημείᾳ πρίασθαι. τὸν μέντοι Πόλλιν λόγος ὑπό τε Χαβρίου ἡττηθῆναι καὶ μετὰ ταῦτα ἐν Ἑλίκῃ καταποντωθῆναι τοῦ δαιμονίου μηνίσαντος διὰ τὸν φιλόσοφον, ὡς καὶ Φαβωρῖνός φησιν ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION