호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρ ἔστιν αὔλησίς τι πρᾶγμα·? -- πάνυ μὲν οὖν. -- ἄνθρωπος οὖν αὔλησίς ἐστιν· -- οὐθαμῶς. -- φέρ ἴδω, τί δ αὐλητάς· τίς εἶμέν τοι δοκεῖ· ἄνθρωπος· ἢ οὐ γάρ· -- πάνυ μὲν οὖν. -- οὐκ οὖν δοκεῖς οὕτως ἔχειν <κα> καὶ περὶ τἀγαθοῦ· τὸ μὲν ἀγαθόν τι πρᾶγμ εἶμεν καθ αὕθ, ὅστις δέ κα εἰδῇ μαθὼν τῆν, ἀγαθὸς ἤδη γίγνεται. ὥσπερ γάρ ἐστ αὔλησιν αὐλητὰς μαθὼν ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῇς, οὔ χ αὑτὸς εἰή χἀ τέχνα, τεχνικός γα μάν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기