호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
--οὐκ ἐμίν γα κά.? -- οὐδὲ μὰν οὐδ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῇ τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ ἐόντος ἀποταμεῖν, ἔτι χ ὑπάρχοι κῆνο τὸ μέτρον· -- οὐ γάρ. -- ὧδε νῦν ὁρ´η καὶ τὸς ἀνθρώπως: ὁ μὲν γὰρ αὔξεθ, ὁ δέ γα μὰν φθίνει, ἐν μεταλλαγᾷ δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ ἐν ταὐτῷ μένει, ἕτερον εἰή κα τόδ <ἀ>εὶ τῶ παρεξεστακότος. καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες καὖθις ἄλλοι κοὔποχ ωὑτοὶ κατά <γα τοῦτον> τὸν λόγον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기