호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι: καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν: λοιποὶ δ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι, πρόβλημα τῆς σωτηρίας ἔχοντες, οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχὶ πεζῶν σύνταξιν, ἀλλ ἐπιθυμίαν μεγάλην, δύναμιν δ ἀσθενῆ καὶ ταπεινήν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기