- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, compendium in ce, chapter 62 1:

(아테나이오스, The Deipnosophists, Book 15, compendium in ce, chapter 62 1:)

"τὸ ἰὴ παιών,4 ἄνδρες φίλοι, μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφἐφύμνιον εἴτε τι ἄλλο.? πρὸς ὃν ὁ Δημόκριτος ἔφη: "Κλέαρχος ὁ Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ Παροιμιῶν τὴν Λητώ, φησιν, ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι περὶ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. "καὶ φερομένου τοῦ Πύθωνος ἐπ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα, προσβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς, ὃ τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρά: "τὴν πλάτανον ἐν Δελφοῖς, εἶπεν ἱέ παῖ. τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. "᾿ τοῦτο δ ἐστὶν ὡς ἂν εἴποι τις ἄφιε παῖ καὶ βάλε παῖ. διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἱέ παῖ καὶ ἱέ παιών. ἔνιοι δὲ παρεγκλίνοντές τε τὴν λέξιν καὶ ψιλοῦντες ἐπὶ τοῖς δεινοῖς ἀλεξητήριὸν τινα παροιμίαν λέγουσιν ἰὴ παιών καὶ οὐχὶ ἱέ παῖ πολλοὶ δὲ καὶ ἐπὶ τοῖς τέλος ἔχουσιν ἐπιφθεγγόμενοι οἱ μὲν ἐν παροιμίᾳ φασὶν οὕτως τοῦτο δὴ τὸ λεγόμενον ἰὴ παιών, διὰ δὲ τὸ λίαν ἡμῖν εἶναι σύνηθες λανθάνον ὀ`ν ἐν παροιμίᾳ: "οἱ δὲ τὸ τοιοῦτο λέγοντες οὐχ ὡς παροιμίαν. "τὸ δὲ ὑφ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς τοῦτο πρῶτον εἰς τρὶς εἰπεῖν τὸν θεὸν οὕτως ἰὴ παιάν, ἰὴ παιάν, ἰὴ παιάν. ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλούμενον ἀνατίθησι τῷ θεῷ, φάσκων τοῦ θεοῦ διὰ τοῦθ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν λεγομένων ἰὴ παιὰν ἡρῷον γίνεται, βραχέως δὲ λεχθεισῶν ἰαμβεῖον, διὰ δὲ τοῦτο δῆλον ὅτι καὶ τὸν χωλίαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γὰρ γινομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς εἰς μακρὰν ποιήσει τις, ὁ Ἱππώνακτος ἰάμβος ἔσται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION