호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθων:? μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων. τάδε μὲν γίγνεσθαι, εἰ ἀπὸ τὴς πρώτης προσβολῆς φυγὴ κατάσχοι τοὺς ἐναντίους:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기