호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς ἐπ αὐλείοισι θύραις θάσσει·? τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν. κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ σχήματος ἀρχὴ - μᾶλλον δέ γ ἴσως μανίας ἀρχή. πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης: οἰο῀ν μυκτὴρ μυκᾶται καὶ σφόνδυλος ἀχεῖ. πῖθ ἑλλέβορον. πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ - τάχα βαλλήσεις. σκέλος οὐράνιόν γ ἐκλακτίζων. πρωκτὸς χάσκει. κατὰ σαυτὸν ὁρ´α. νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις στρέφεται χαλαρὰ κοτυληδών.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기